In English
Book 1 of the Iliad in Greek
Click here to return to the main Iliad page
Book 1 of the Iliad in Greek
Lines 245-317 from Book 1 of the Iliad in Greek

Ὣς φατο Πηλεϊδης ποτ δε σκηπτρον βαλε γαιηι                     245

χρῡσειοις Ϝηλοισι πεπαρμενον ἑζετο δ' αυτός ·

Ατρεϊδης δ' ἑτερωθεν εμηνιε · τοισι δε Νεστωρ

ἡδυϜεπὴς ανορουσε λιγὺς Πυλίων αγορητής

του και απὸ γλωσσης μελιτος γλυκίων ῥεϜεν αυδή .

Τωι δ' ηδη δυο μεν γενεαὶ μεροπων ανθρωπων                         250

εφθιαθ' οἵ Ϝοι προσθεν ἁμα τραφεν ηδ' εγενοντο

εν Πυλωι ηγαθεηι μετὰ δε τριτατοισιν ανασσεν.

σφιν εῢ φρονεων αγορησατο και μετεϜειπεν ·

 

« Ω ποποι μεγα πενθος Αχαιΐδα γαιαν ἱκανει ·

κεν γηθησαι Πριαμος Πριαμοιο τε παιδες                              255

αλλοι τε Τρωες μεγα κεν κεχαροιατο θῡμῶι

ει σφωϊν ταδε παντα πυθοιατο μαρναμενοιϊν

οἳ περι μεν βουλὴν Δαναῶν περὶ δ' εστὲ μαχεσθαι.

Αλλὰ πιθεσθ' · αμφω δε νεωτερω εστὸν εμεῖο ·

ηδη γαρ ποτ' εγὼ και αρειοσιν ηϜέ περ ὑμῖν                                260

ανδράσιν ὡμῑλησα και ου ποτέ μ' οἱ γ' αθεριζον .

Ου γαρ πω τοιους Ϝιδον ᾱνέρας ουδὲ Ϝιδομαι

οἱον Πειριθοον τε Δρυαντα τε ποιμένα λᾱῶν

Καινέα τ' Εξαδιον τε και αντιθεον Πολυφημον

Θησέα τ' Αιγεϊδην επιεικελον ᾱθανατοισι ·                                265

καρτιστοι δη κεινοι επιχθονίων τραφεν ανδρῶν ·

καρτιστοι μεν εσαν και καρτιστοις εμαχοντο

φηρσὶν ορεσκωιοισι και εκπαγλως απολεσσαν.

Και μεν τοισιν εγὼ μεθομῑλεον εκ Πυλου ελθών

τηλόθεν εξ απιης γαιης · καλεσαντο γαρ αυτοί ·                       270

και μαχομην κατ' εμ' αυτὸν εγώ · κεινοισι δ' αν ου τις

των οἳ νῦν βροτοί εισιν επιχθονιοι μαχεοιτο ·

και μεν μευ βουλέων ξυνιεν πειθοντο τε μῡθωι.

Αλλὰ πιθεσθε και υμμες επεὶ πειθεσθαι αμεινον ·

μητε συ τονδ' αγαθός περ εὼν αποαιρεο κουρην                      275

αλλ' ε ὡς Ϝοι πρωτα δοσαν γερας υἱες Αχαιῶν ·

μητε συ Πηλεϊδη εθελ' εριζεμεναι βασιληϊ

αντιβιην επεὶ ου ποθ' ὁμοιης εμμορε τῑμῆς

σκηπτουχος βασιλεύς ὥι τε Ζεὺς κῦδος εδωκεν .

Ει δε συ καρτερός εσσι θεὰ δε σε γεινατο μητηρ                      280

αλλ' ὁδε φερτερος εστιν επεὶ πλεονεσσιν Ϝανασσει.

Ατρεϊδη συ δε παυε τεὸν μενος · αυτὰρ εγώ γε

λισσομ' Αχιλλῆῑ μεθέμεν χολον ς μεγα πᾶσιν

Ϝἑρκος Αχαιοῖσιν πελεται πολεμοιο κακοῖο . »

 

Τον δ΄ απαμειβομενος προσεφη κρειων Αγαμεμνων ·             285

 

« Ναι δη ταυτα γε παντα γερον κατὰ μοιραν εϜειπες ·

αλλ' ὁδ' ανὴρ εθελει περὶ παντων εμμεναι αλλων

παντων μεν κρατεειν εθελει παντεσσι δ' ανασσειν

πᾶσι δε σημαινειν τιν' ου πεισεσθαι οΐω .

Ει δε μιν αιχμητὴν εθεσαν θεοὶ αιεν εόντες                               290

τουνεκα Ϝοι προθεουσιν ονειδεα μῡθησασθαι ; »

 

Τον δ' αρ' ὑποβληδην ημειβετο δῖος Αχιλλεύς ·

 

« Ĥ γαρ κεν δειλός τε και ουτιδανὸς καλεοιμην

ει δη σοι πᾶν εργον ὑπειξομαι ὁττι κεν ειπηις ·

αλλοισιν δη ταυτ' επιτελλεο μη γαρ εμοί γε                              295

σημαιν' · ου γαρ εγώ γ' ετι σοι πεισεσθαι οΐω.

Αλλο δε τοι Ϝερεω συ δ' ενὶ φρεσὶ βαλλεο σηισι ·

χερσὶ μεν ου τοι εγώ γ μαχησομαι εἱνεκα κουρης

ουτε σοι ουτε τωι αλλωι επεί μ' αφελεσθε γε δοντες ·

των δ' αλλων μοί εστι θοῆι παρὰ νηΐ μελαινηι                       300

των δ' ουκ αν τι φεροις ανελὼν αϜεκοντος εμεῖο ·

Ει δ' αγε μην πειρησαι ἱνα γνωωσι και οἱδε ·

αιψά τοι αἱμα κελαινὸν ερωησει περὶ δουρί . »

 

ς τω γ' αντιβιοισι μαχεσσαμενω επεεσσιν

ανστητην λῡσαν δ' αγορὴν παρὰ νηυσὶν Αχαιῶν .                    305

Πηλεϊδης μεν επὶ κλισίᾱς και νηας εῑσᾱς

ήϊε συν τε Μενοιτιαδηι και οἱς ἑταροισιν ·

Ατρεϊδης δ' αρα νηα θοὴν ἁλαδε προερυσσεν

εν δ' ερετᾱς εκρῑνεν εϜεικοσιν ες δ' ἑκατομβην

βησε θεῶι ανα δε Χρῡσηϊδα καλλιπαρηιον                                 310

εἱσεν αγων · εν δ' αρχὸς εβη πολυμητις Οδυσσεύς.

Οἱ μεν επειτ' αναβάντες επεπλεον ὑγρὰ κελευθα

λᾱοὺς δ' Ατρεϊδης απολῡμαινεσθαι ανωγεν ·

οἱ δ' απελῡμαινοντο και εις ἁλα λῡματα βαλλον

ἑρδον δ' Ᾱπολλωνι τεληεσσᾱς ἑκατομβᾱς                                  315

ταυρων ηδ' αιγων παρὰ θῑν' ἁλὸς ατρυγετοιο ·

κνῑση δ' ουρανὸνῑκεν ἑλισσομενη περὶ καπνῶι .

Lexical Help

246        πεπαρμενον < πειρω

251        Ϝοι ... ἁμα = ἁμα Ϝοι

251        τραφεν < τρεφω

273        ξυνιεν < ξυνιημι

275        αποαιρεο < αφαιρεω

278        εμμορε < μειρομαι

279        εδωκεν < διδωμι

290        εθεσαν < τιθημι

301        ανελων < αναιρεω

305        ανστητην < ανιστημι

307        ηϊε < ειμι

311        εἱσεν < ἑζομαι