Lexical Help

124        Ϝιδμεν < ειδω

125        εξεπραθομεν < εκπερθω

127        προες < προϊημι

132        παρελευσεαι < παρερχομαι

134        αποδουναι < αποδιδωμι

137        ἑλωμαι < αἱρεω

138        ϊων < ειμι

139        ἑλων < αἱρεω

139        ἱκωμαι < ἱκνεομαι

143        θειομεν < τιθημι

143-144     αν ... βησομεν < αναβαινω

148        Ϝιδων < ειδω

149        επιειμενε < επιεννῡμι

151        ελθεμεναι < ερχομαι

154        ηλασαν < ελαω

158        ἑσπομεθ' < ἑπω

162        δοσαν < διδωμι

170        ιμεν = ιεναι

170        σ' = σοι

178        εδωκεν < διδομι

Book 1 of the Iliad in Greek
Click here to return to the main Iliad page
Book 1 of the Iliad in Greek
Lines 121-187 from Book 1 of the Iliad
Do not click on the words, simply rest your mouse

Τον δ' ημειβετ' επειτα ποδαρκης δῑος Αχιλλεύς ·

 

« Ατρεϊδη κῡδιστε φιλοκτεανωτατε παντων

πως γαρ τοι δωσουσι γερας μεγαθῡμοι Αχαιοί ;

Ουδε τι που Ϝιδμεν ξῡνηϊα κειμενα πολλά

αλλὰ τα μεν πολιων εξεπραθομεν τα δεδασται                       125

λᾱοὺς δ' ουκ επεϜοικε παλιλλογα ταυτ' επαγειρειν.

Αλλὰ συ μεν νῦν τηνδε θεωι προες·  αυτὰρ Αχαιοὶ

τριπλῆι τετραπλῆι τ' αποτῑσομεν αι κε ποθι Ζεὺς

δωισι πολιν Τροιην ευτειχεον εξαλαπαξαι . »

 

Τον δ' απαμειβομενος προσεφη κρειων Αγαμεμνων ·             130

 

« Μη δη οὑτως αγαθός περ εών θεοϜεικελ' Αχιλλεῦ

κλεπτε νοωι επεὶ ου παρελευσεαι ουδε με πεισεις .

Ĥ εθελεις οφρ' αυτὸς εχηις γερας αυτὰρ εμ' αυτως

ἡσθαι δευομενον κελεαι δε με τηνδ' αποδοῦναι ;

Αλλ' ει μεν δωσουσι γερας μεγαθῡμοι Αχαιοί                           135

αρσαντες κατὰ θῡμον ὁπως ανταξιον εσται ·

ει δε κε μη δωωσιν εγὼ δε κεν αυτὸς ἑλωμαι

η τεὸν η Αιαντος ϊὼν γερας η Οδυσῆος

αξω ἑλών · δε κεν κεχολωσεται ὅν κεν ἱκωμαι.

Αλλ' ητοι μεν ταυτα μεταφρασομεσθα και αυτις                     140

νῦν δ' αγε νηα μελαιναν Ϝερυσσομεν εις ἁλα δῖαν

εν δ' ερετᾱς επιτηδὲς αγειρομεν ες δ' ἑκατομβην

θειομεν αν δ' αυτὴν Χρῡσηΐδα καλλιπαρηιον

βησομεν · εἱς δε τις αρχὸς ανὴρ βουληφόρος εστω

η Αιᾱς η Ῑδομενευς η δῑος Οδυσσεὺς                                           145

ηϜ συ Πηλεϊδη παντων εκπαγλοτατ' ανδρῶν

οφρ' ἡμῖν ϜεκαϜεργον ἱλασσεαι ῾ῑερὰ ῥεξᾱς . »

 

Τον δ' αρ' ὑπόδρα Ϝιδὼν προσεφη ποδας ωκὺς Αχιλλεύς ·

 

« Ω μοι αναιδειην επιειμένε κερδαλεοφρον

πως τις τοι προφρων επεσιν πειθηται Αχαιῶν                         150

η ὁδὸν ελθεμεναι η ανδράσιν ῑφι μαχεσθαι ;

ου γαρ εγὼ Τρωων ἑνεκ΄ ηλυθον αιχμητᾱων

δευρο μαχησομενος επεὶ οὐ τι μοι αιτιοι εισιν ·

ου γαρ πω ποτ' εμὰς βους ηλασαν ουδε μεν ἱππους

ουδε ποτ' εν Φθῑηι εριβωλακι βωτιανειρηι                                 155

καρπὸν εδηλησαντ' επεὶ μαλα πολλὰ μεταξὺ ·

ουρεα τε σκιοεντα θαλασσα τε Ϝηχηεσσα ·

αλλὰ σοι ω μεγ' αναιδές ἁμ' ἑσπομεθ' οφρα συ χαιρηις

τῑμὴν αρνυμενοι Μενελᾱωι σοι τε κυνῶπα

προς Τρωων·  των ου τι μετατρεπηι ουδ' αλεγιζεις ·                 160

και δη μοι γερας αυτὸς αφαιρησεσθαι απειλεῖς

ὥι επι πολλὰ μογησα δοσαν δε μοι υἱες Αχαιῶν.

Ου μεν σοι ποτε ῑσον εχω γερας ὁππότ' Αχαιοὶ

Τρωων εκπερσωσ' εϋ ναιομενον πτολιεθρον ·

αλλὰ το μεν πλειον πολυᾱϊκος πολεμοιο                                   165

χειρες εμαὶ διεπουσ' · ατὰρ ην ποτε δασμὸς ἱκηται

σοι το γερας πολὺ μειζον εγὼ δ' ολίγον τε φιλον τε

ερχομ' εχων επὶ νηας επεί κε καμω πολεμιζων.

Νῦν δ' ειμὶ Φθῑηνδ' επεὶ πολὺ φερτερον εστὶν

Ϝοικαδ' ιμεν συν νηυσι κορωνίσιν ουδε σ' οΐω                            170

ενθαδ' ατῑμος εὼν αφενος και πλουτον αφυξειν . »

 

Τον δ' ημειβετ' επειτα Ϝαναξ ανδρῶν Αγαμεμνων ·

 

« Φευγε μαλ' ει τοι θῡμὸς επεσσυται ουδέ σ' εγώ γε

λισσομαι εἱνεκ' εμεῖο μενειν · παρ' εμοί γε και αλλοι

οἵ κε με τῑμησουσι μαλιστα δε μητιετα Ζεύς .                            175

Εχθιστος δε μοι εσσὶ διοτρεφεων βασιληων ·

αιεὶ γαρ τοι ερις τε φιλη πολεμοι τε μαχαι τε.

Ει μαλα καρτερός εσσὶ θεός που σοι το γ' εδωκεν .

Οικαδ' ιὼν συν νηυσι τε σηις και σοις ἑταροισι

Μυρμιδονεσσιν Ϝανασσε σεθεν δ' εγὼ ουκ αλεγιζω               180

ουδ' οθομαι κοτεοντος · απειλησω δε τοι ὡδε ·

ὡς εμ' αφαιρειται Χρῡσηΐδα Φοιβος Απολλων

την μεν εγὼ συν νηΐ τ' εμῆι και εμοῖς ἑταροισι

πεμψω εγὼ δε κ' αγω Βρῑσηΐδα καλλιπαρηιον

αυτὸς ιὼν κλισιηνδε το σον γερας οφρ' εϋ ειδῆις                     185

ὁσσον φερτερος ειμί σεθεν στυγεηι δε και αλλος

ῑσον εμοι φασθαι και ὁμοιωθημεναι αντην . »