The Poetics of Aristotle
Portrait of Aristotle
Poetics (on the topic of the art of literary composition) in Greek
Section 8 of Aristotle's Poetics

Μῦθος δ' εστὶν εἱς ουχ ὡσπερ τινες οιονται εὰν περὶ ἑνα ῆι ·

πολλὰ γαρ και απειρα τωι ἑνὶ συμβαινει

εξ ν ενίων ουδέν εστὶν ἑν ·

οὑτως δε και πρᾱξεις ἑνὸς πολλαί εισιν

εξ ὧν μία ουδεμία γινεται πρᾶξις.

 

διὸ παντες εοικασιν ἁμαρτανειν

ὁσοι των ποιητῶν Ἡρακληίδα Θησηίδα και τα τοιαῦτα ποιηματα πεποιηκασιν ·

οιονται γαρ επεὶ εἱς ην ὁ Ἡρακλῆς

ἑνα και τον μῦθον ειναι προσηκειν.

 

δ' Ὁμηρος ὡσπερ και τα αλλα διαφερει

και τουτ' εοικεν καλῶς ιδεῖν

ητοι διὰ τεχνην διὰ φυσιν ·

Οδυσσειαν γαρ ποιῶν ουκ εποιησεν ἁπαντα ὁσα αυτῶι συνεβη

οἱον πληγῆναι μεν εν τωι Παρανασσῶι

μανηναι δε προσποιησασθαι εν τωι αγερμῶι

ὧν ουδὲν θατερου γενομενου αναγκαῖον ην εικὸς θατερον γενέσθαι

αλλὰ περὶ μίαν πρᾶξιν οἱαν λεγομεν την Οδυσσειαν συνεστησεν

ὁμοιως δε και την Ῑλιάδα.

 

χρη ουν

καθάπερ εν ταις αλλαις μῑμητικαῖς μία μῑμησις ἑνός εστιν

οὑτω και τον μῦθον επεὶ πρᾱξεως μῑμησις εστι

μιᾶς τε ειναι ταυτης και ὁλης

και τα μερη συνεστάναι των πραγματων οὑτως

ὡστε μετατιθεμενου τινὸς μερους αφαιρουμενου

διαφερεσθαι και κινεῖσθαι το ὁλον ·

 

γαρ προσὸν μη προσὸν μηδὲν ποιεῖ επιδηλον

ουδὲν μοριον του ὁλου εστίν.

 

Click to continue to Section 9 of the Poetics