The Poetics of Aristotle
Portrait of Aristotle
Poetics (on the topic of the art of literary composition) in Greek
Section 7 of Aristotle's Poetics

Διωρισμενων δε τουτων

λεγωμεν μετὰ ταυτα ποιαν τινα δει την συστασιν ειναι των πραγματων

επειδὴ τουτο και πρωτον και μεγιστον της τραγωιδίᾱς εστίν.

 

κειται δ' ἡμιν την τραγωιδίαν τελειᾱς και ὁλης πραξεως ειναι μῑμησιν

εχουσης τι μεγεθος ·

εστὶν γαρ ὁλον και μηδὲν εχον μεγεθος.

 

ὁλον δε εστὶν το εχον αρχὴν και μεσον και τελευτήν.

 

αρχὴ δε εστὶν αυτὸ μεν μη εξ αναγκης μετ' αλλο εστίν

μετ' εκεῖνο δ' ἑτερον πεφυκεν ειναι γινεσθαι ·

τελευτὴ δε τουναντίον μετ' αλλο πεφυκεν ειναι

εξ αναγκης ὡς επι το πολύ

μετ δε τουτο αλλο ουδέν ·

μεσον δε και αυτ μετ' αλλο και μετ' εκεῖνο ἑτερον.

 

δει αρα τους συνεστωτᾱς ευ μῡθους μηθ' ὁπόθεν αρχεσθαι

μηθ' ὁπου ετυχε τελευτᾶν

αλλὰ κεχρησθαι ταις ερημεναις ιδεαις.

 

Ετι δ' επεὶ το καλὸν και ζωιον και ἁπαν πρᾶγμα συνεστηκεν εκ τινῶν

ου μονον ταυτα τεταγμένα δει εχειν

αλλὰ και μεγεθος ὑπαρχειν μη το τυχόν ·

το γαρ καλὸν εν μεγεθει και ταξει εστίν

διὸ ουτε παμμικρον αν τι γενοιτο καλὸν ζωιον

συγχεῖται γαρ θεωρίᾱ εγγὺς του αναισθητου χρονου γινομενη

ουτε παμμεγεθες

ου γαρ ἁμα θεωρίᾱ γινεται

αλλ' οιχεται τοις θεωροῦσι το ἑν και το ὁλον εκ της θεωρίᾱς

οἱον ει μῡρίων σταδίων ειη ζωιον ·

ὡστε δει καθάπερ επι των συστηματων και επι των ζωιων εχειν μεν μεγεθος

τουτο δε ευσυνοπτον ειναι

ὁυτω και επὶ των μῡθων εχειν μεν μηκος

τουτο δε ευμνημονευτον ειναι.

 

Του μηκους ὁρος μεν προς τους αγωνας και την αισθησιν ου της τεχνης εστίν ·

ει γαρ εδει ἑκατὸν τραγωιδίας αγωνιζεσθαι

προς κλεψυδρας αν ηγονιζοντο ὡσπερ ποτὲ και αλλοτε φᾱσιν.

 

δε κατ' αυτὴν την φυσιν του πρᾱγματος ὁρος

αεὶ μεν μειζων μεχρι του συνδηλος ειναι καλλίων εστὶ κατὰ το μεγεθος ·

ὡς δε ἁπλῶς διορισαντας ειπεῖν

εν ὁσωι μεγεθει κατὰ το εικὸς το αναγκαῖον εφεξῆς γιγνομενων συμβαινει

εις ευτυχίαν εκ δυστυχίᾱς εξ ευτυχίᾱς εις δυστυχίαν μεταβαλλειν

ἱκανὸς ὁρος εστὶν του μεγεθους

 

Click to continue to Section 8 of the Poetics