The Poetics of Aristotle
Portrait of Aristotle
Poetics (on the topic of the art of literary composition) in Greek
Section 3 of Aristotle's Poetics

Ετι δε τουτων τριτη διαφορ το ὡς ἑκαστα τουτων μῑμησαιτο αν τις.

 

και γαρ εν τοις αυτοῖς και τα αυτὰ μῑμεισθαι εστὶν

ὁτὲ μεν απαγγελλοντα ὁτὲ δ' ἑτερον τι γιγνομενον

ὡσπερ Ὁμηρος ποιεῖ

ὡς τον αυτὸν και μη μεταβαλλοντα

παντα ὡς πραττοντας και ενεργουντας τους μῑμουμενους.

 

εν τρισὶ δη ταυταις διαφοραῖς μῑμησις εστὶν

ὡς ειπομεν κατ' αρχάς

εν οἷς τε και και ὡς.

 

Ὡστε τηι μεν αυτὸς αν ειη μῑμητὴς Ὁμηρωι Σοφοκλῆς

μῑμουνται γαρ αμφω σπουδαιους

τηι δε Αριστοφάνει

πραττοντας γαρ μῑμουνται και δρωντας αμφω.

 

ὁθεν και δρᾱματα καλεισθαι τινες αυτά φᾱσιν

ὁτι μῑμουνται δρωντας.

 

διὰ και αντιποιουνται της τε τραγωιδίᾱς και της κωμωιδίᾱς οἱ Δωριεῖς

τῆς μεν γαρ κωμωιδίᾱς οἱ Μεγαρεῖς οἱ τε ενταυθα

ὡς επι της παρ' αυτοῖς δημοκρατίᾱς γενομενης

και οἱ εκ Σικελίᾱς

εκειθεν γαρ ην Επιχαρμος ποιητὴς

πολλῶι προτερος ων Χιωνιδου και Μαγνητος

και της τραγωιδίᾱς ενιοι των εν Πελοποννησωι

ποιουμενοι τα ονοματα σημεῖον ·

 

οὑτοι μεν γαρ κωμᾱς τᾱς περιοικίδας καλεῖν φᾱσὶν

Αθηναιοι δε δημους

ὡς κωμωιδους ουκ απὸ του κωμαζειν λεχθεντας

αλλὰ τηι κατὰ κωμᾱς πλανηι

ατῑμαζομενους εκ του αστεως ·

και το ποιεῖν αυτοι μεν δρᾶν

Αθηναιους δε πραττειν προσαγορευειν.

 

περὶ μεν ουν των διαφορῶν

και ποσαι και τινες της μῑμησεως

ειρησθω ταυτα.

 

Click to continue to Section 4 of the Poetics