The Poetics of Aristotle
Portrait of Aristotle
Poetics (on the topic of the art of literary composition) in Greek
Section 13 of Aristotle's Poetics

Ὡν δε δει στοχαζεσθαι και ἃ δει ευλαβεῖσθαι

συνιστάντας τους μῡθους

και ποθεν εσται το της τραγωιδίᾱς εργον

εφεχῆς αν ειη λεκτέον τοις νῦν ερημενοις.

 

επειδὴ ουν δει την συνθεσιν ειναι της καλλιστης τραγωιδίᾱς

μη ἁπλῆν αλλὰ πεπλεγμενην

και ταυτην φοβερῶν και ελεεινῶν ειναι μιμητικήν

τουτο γαρ ιδιον της τοιαυτης μιμησεως εστίν

πρωτον μεν δηλον ὁτι

ουτε τους επιεκεῖς ανδρας δει μεταβαλλοντας φαινεσθαι

εξ ευτυχίᾱς εις δυστυχίᾱν

ου γαρ φοβερόν ουδὲ ελεεινὸν τουτο

αλλὰ μιαρόν εστιν ·

ουτε τους μοχθηροὺς εξ ατυχίᾱς εις ευτυχίᾱν

ατραγωιδοτατον γαρ τουτ' εστὶ παντων

ουδὲν γαρ εχει ὣν δει

ουτε γαρ φιλανθρωπον ουτε ελεεινὸν ουτε φοβερόν εστιν ·

ουδ' αυ τον σφοδρα πονηρὸν εξ ευτυχίᾱς εις δυστυχίαν μεταπιπτειν ·

το μεν γαρ φιλανθρωπον εχοι αν ἡ τοιαυτη συστασις

αλλ' ουτε ελεον ουτε φοβον

ὁ μεν γαρ περὶ τον αναξιον εστιν δυστυχοῦντα

ὁ δε περὶ τον ὁμοιον

ελεος μεν περὶ τον αναξιον

φοβος δε περὶ τον ὁμοιον

ὡστε ουτε ελεεινὸν ουτε φοβερὸν εσται το συμβαῖνον.

 

Ὁ μεταξὺ αρα τουτων λοιπός.

 

εστι δε τοιοῦτος ὁ μητε αρετῆι διαφερων και δικαιοσυνηι

μητε διὰ κακίᾱν και μοχθηρίᾱν μεταβαλλων εις την δυστυχίᾱν

αλλὰ δι' ἁμαρατίᾱν τινὰ

των εν μεγαληι δοξηι οντων και ευτυχίᾱι

οἱον Οιδιπους και Θυεστης

και οἱ εκ των τοιουτων γενῶν επιφανεῖς ανδρες.

 

αναγκη αρα τον καλῶς εχοντα μῦθον ἁπλοῦν ειναι

μᾶλλον ει διπλοῦν

ὡσπερ τινές φασι

και μεταβαλλειν ουκ εις ευτυχίᾱν εκ δυστυχίᾱς

αλλὰ τουναντίον εξ ευτυχίᾱς εισ δυστυχίᾱν

μη διὰ μοχθηρίᾱν αλλὰ δι' ἁμαρτίᾱν μεγαλην

η οἱου ειρηται η βελτίονος μᾶλλον η χειρονος.

 

σημεῖον δε και το γιγνομενον ·

πρωτον μεν γαρ οἱ ποιηταὶ του τυχόντας μῡθους απηριθμουν

νῦν δε περὶ ολιγᾱς οικίᾱς αἱ καλλισται τραγωιδίαι συντίθενται

οἱον περὶ Αλκμαιωνα και Οιδίπουν και Ορεστην

και Μελεαγρον και Θυεστην και Τηλεφον

και ὁσοις αλλοις συμβεβηκεν η παθεῖν δεινὰ η ποιῆσαι.

 

Ἡ μεν ουν κατὰ την τεχνην καλλιστη τραγωιδίᾱ

εκ ταυτης της συστασεως εστί.

 

διὸ και οἱ Ευριπιδηι εγκαλοῦντες αυτὸ ἁμαρτανουσιν

ὁτι τουτο δρᾶι εν ταις τραγωιδίαις

και πολλαῖ αυτοῦ εις δυστυχίᾱν τελευτῶσιν.

 

τουτο γαρ εστιν ὡσπερ ειρηται ορθόν.

 

σημειον δε μεγιστον ·

επὶ γαρ των σκηνῶν και των τραγικωταται

αἱ τοιαῦται φαινονται αν κατορθωθῶσιν

και ὁ Ευριπιδης ει και τα αλλα μη εῦ οικονομεῖ

αλλὰ τραγικωτατος γε των ποιητῶν φαινεται.

 

Δευτερᾱ δ' ἡ πρωτη λεγομενη ὑπὸ τινῶν εστιν συστασις

ἡ διπλῆν τε την συστασιν εχουσα

καθάπερ ἡ Οδυσσεια

και τελευτῶσα εξ εναντίᾱς τοις βελτίοσι και χειροσιν.

 

δοκεῖ δε ειναι πρωτη διὰ την των θεατρων ασθενειαν

ακολουθοῦσι γαρ οἱ ποιηταὶ κατ' ευχην ποιοῦντες τοις θεαταῖς.

 

εστιν δε ουχ αὑτη απὸ τραγωιδίᾱς ἡδονὴ

αλλὰ μᾶλλον της κωμωιδίᾱς οικειᾱ ·

εκεῖ γαρ οἳ αν εχθιστοι ωσιν εν τωι μῡθωι

οἱον Ορεστης και Αιγισθος

φιλοι γενομενοι επὶ τελευτῆς

εξερχονται και αποθνησκει ουδεὶς ὑπ' ουδενός.  

 

Click to continue to Section 14 of the Poetics