The Poetics of Aristotle
Portrait of Aristotle
Poetics (on the topic of the art of literary composition) in Greek
Section 12 of Aristotle's Poetics

Μερη δε τραγωιδίᾱς οἷς μεν ὡς ειδεσι δει χρησθαι

προτερον ειπομεν

κατὰ δε το ποσὸν και εις διαιρεῖται κεχωρισμένα ταδε εστίν

προλογος

επεισοδιον

εξοδος

χορικόν

και τουτου το μεν παροδος το δε στασιμον ·

κοινὰ μεν ἁπαντων ταυτα

ιδια δε τα απὸ της σκηνῆς και κομμοι.

 

Εστιν δε προλογος μεν μερος ὁλον τραγωιδίᾱς το προ χοροῦ παροδου

επεισοδιον δε μερος ὁλον τραγωιδίᾱς το μεταξὺ ὁλων χορικῶν μελῶν

εξοδος δε μερος ὁλον τραγωιδίᾱς μεθ' ουκ εστι χοροῦ μελος ·

χορικοῦ δε παροδος μεν πρωτη λεξις ὁλου χοροῦ

στασιμον δε μελος χοροῦ το ανευ αναπαιστου και τροχαιου

κομμος δε θρηνος κοινὸς χοροῦ και απὸ σκηνῆς.

 

Click to continue to Section 13 of the Poetics